1 Corinthians 13
Study Bible
Love

Ἐὰν  ταῖς  γλώσσαις  τῶν  ἀνθρώπων  λαλῶ  καὶ  τῶν  ἀγγέλων,  ἀγάπην  δὲ  μὴ  ἔχω,  γέγονα  χαλκὸς  ἠχῶν    κύμβαλον  ἀλαλάζον.  καὶ  ἐὰν  ἔχω  προφητείαν  καὶ  εἰδῶ  τὰ  μυστήρια  πάντα  καὶ  πᾶσαν  τὴν  γνῶσιν,  καὶ  ἐὰν  ἔχω  πᾶσαν  τὴν  πίστιν  ὥστε  ὄρη  μεθιστάναι,  ἀγάπην  δὲ  μὴ  ἔχω,  οὐθέν  εἰμι.  καὶ  ἐὰν  ψωμίσω  πάντα  τὰ  ὑπάρχοντά  μου,  καὶ  ἐὰν  παραδῶ  τὸ  σῶμά  μου,  ἵνα  καυθήσομαι,  ἀγάπην  δὲ  μὴ  ἔχω,  οὐδὲν  ὠφελοῦμαι. 

  ἀγάπη  μακροθυμεῖ,  χρηστεύεται    ἀγάπη,  οὐ  ζηλοῖ,    ἀγάπη  οὐ  περπερεύεται,  οὐ  φυσιοῦται,  οὐκ  ἀσχημονεῖ,  οὐ  ζητεῖ  τὰ  ἑαυτῆς,  οὐ  παροξύνεται,  οὐ  λογίζεται  τὸ  κακόν,  οὐ  χαίρει  ἐπὶ  τῇ  ἀδικίᾳ,  συνχαίρει  δὲ  τῇ  ἀληθείᾳ·  πάντα  στέγει,  πάντα  πιστεύει,  πάντα  ἐλπίζει,  πάντα  ὑπομένει. 

  ἀγάπη  οὐδέποτε  πίπτει·  εἴτε  δὲ  προφητεῖαι,  καταργηθήσονται·  εἴτε  γλῶσσαι,  παύσονται·  εἴτε  γνῶσις,  καταργηθήσεται.  ἐκ  μέρους  γὰρ  γινώσκομεν  καὶ  ἐκ  μέρους  προφητεύομεν·  10 ὅταν  δὲ  ἔλθῃ  τὸ  τέλειον,  τὸ  ἐκ  μέρους  καταργηθήσεται.  11 ὅτε  ἤμην  νήπιος,  ἐλάλουν  ὡς  νήπιος,  ἐφρόνουν  ὡς  νήπιος,  ἐλογιζόμην  ὡς  νήπιος·  ὅτε  γέγονα  ἀνήρ,  κατήργηκα  τὰ  τοῦ  νηπίου.  12 βλέπομεν  γὰρ  ἄρτι  δι’  ἐσόπτρου  ἐν  αἰνίγματι,  τότε  δὲ  πρόσωπον  πρὸς  πρόσωπον·  ἄρτι  γινώσκω  ἐκ  μέρους,  τότε  δὲ  ἐπιγνώσομαι  καθὼς  καὶ  ἐπεγνώσθην.  13 νυνὶ  δὲ  μένει  πίστις,  ἐλπίς,  ἀγάπη,  τὰ  τρία  ταῦτα·  μείζων  δὲ  τούτων    ἀγάπη. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Corinthians 12
Top of Page
Top of Page