1 Thessalonians 5
Study Bible
The Day of the Lord

Περὶ  δὲ  τῶν  χρόνων  καὶ  τῶν  καιρῶν,  ἀδελφοί,  οὐ  χρείαν  ἔχετε  ὑμῖν  γράφεσθαι·  αὐτοὶ  γὰρ  ἀκριβῶς  οἴδατε  ὅτι  ἡμέρα  Κυρίου  ὡς  κλέπτης  ἐν  νυκτὶ  οὕτως  ἔρχεται.  ὅταν  λέγωσιν  Εἰρήνη  καὶ  ἀσφάλεια,  τότε  αἰφνίδιος  αὐτοῖς  ἐφίσταται*  ὄλεθρος  ὥσπερ    ὠδὶν  τῇ  ἐν  γαστρὶ  ἐχούσῃ,  καὶ  οὐ  μὴ  ἐκφύγωσιν.  ὑμεῖς  δέ,  ἀδελφοί,  οὐκ  ἐστὲ  ἐν  σκότει,  ἵνα    ἡμέρα  ὑμᾶς  ὡς  κλέπτης  καταλάβῃ·  πάντες  γὰρ  ὑμεῖς  υἱοὶ  φωτός  ἐστε  καὶ  υἱοὶ  ἡμέρας.  Οὐκ  ἐσμὲν  νυκτὸς  οὐδὲ  σκότους·  ἄρα  οὖν  μὴ  καθεύδωμεν  ὡς  οἱ  λοιποί,  ἀλλὰ  γρηγορῶμεν  καὶ  νήφωμεν.  οἱ  γὰρ  καθεύδοντες  νυκτὸς  καθεύδουσιν,  καὶ  οἱ  μεθυσκόμενοι  νυκτὸς  μεθύουσιν·  ἡμεῖς  δὲ  ἡμέρας  ὄντες  νήφωμεν,  ἐνδυσάμενοι  θώρακα  πίστεως  καὶ  ἀγάπης  καὶ  περικεφαλαίαν  ἐλπίδα  σωτηρίας·  ὅτι  οὐκ  ἔθετο  ἡμᾶς    Θεὸς  εἰς  ὀργὴν  ἀλλὰ  εἰς  περιποίησιν  σωτηρίας  διὰ  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ,  10 τοῦ  ἀποθανόντος  περὶ  ἡμῶν,  ἵνα  εἴτε  γρηγορῶμεν  εἴτε  καθεύδωμεν  ἅμα  σὺν  αὐτῷ  ζήσωμεν.  11 Διὸ  παρακαλεῖτε  ἀλλήλους  καὶ  οἰκοδομεῖτε  εἷς  τὸν  ἕνα,  καθὼς  καὶ  ποιεῖτε. 

Christian Living

12 Ἐρωτῶμεν  δὲ  ὑμᾶς,  ἀδελφοί,  εἰδέναι  τοὺς  κοπιῶντας  ἐν  ὑμῖν  καὶ  προϊσταμένους  ὑμῶν  ἐν  Κυρίῳ  καὶ  νουθετοῦντας  ὑμᾶς,  13 καὶ  ἡγεῖσθαι  αὐτοὺς  ὑπερεκπερισσοῦ*  ἐν  ἀγάπῃ  διὰ  τὸ  ἔργον  αὐτῶν.  εἰρηνεύετε  ἐν  ἑαυτοῖς.  14 Παρακαλοῦμεν  δὲ  ὑμᾶς,  ἀδελφοί,  νουθετεῖτε  τοὺς  ἀτάκτους,  παραμυθεῖσθε  τοὺς  ὀλιγοψύχους,  ἀντέχεσθε  τῶν  ἀσθενῶν,  μακροθυμεῖτε  πρὸς  πάντας.  15 ὁρᾶτε  μή  τις  κακὸν  ἀντὶ  κακοῦ  τινι  ἀποδῷ,  ἀλλὰ  πάντοτε  τὸ  ἀγαθὸν  διώκετε  [καὶ]  εἰς  ἀλλήλους  καὶ  εἰς  πάντας.  16 Πάντοτε  χαίρετε,  17 ἀδιαλείπτως  προσεύχεσθε,  18 ἐν  παντὶ  εὐχαριστεῖτε·  τοῦτο  γὰρ  θέλημα  Θεοῦ  ἐν  Χριστῷ  Ἰησοῦ  εἰς  ὑμᾶς.  19 τὸ  Πνεῦμα  μὴ  σβέννυτε,  20 προφητείας  μὴ  ἐξουθενεῖτε·  21 πάντα  δὲ  δοκιμάζετε,  τὸ  καλὸν  κατέχετε·  22 ἀπὸ  παντὸς  εἴδους  πονηροῦ  ἀπέχεσθε. 

Final Blessings

23 Αὐτὸς  δὲ    Θεὸς  τῆς  εἰρήνης  ἁγιάσαι  ὑμᾶς  ὁλοτελεῖς,  καὶ  ὁλόκληρον  ὑμῶν  τὸ  πνεῦμα  καὶ    ψυχὴ  καὶ  τὸ  σῶμα  ἀμέμπτως  ἐν  τῇ  παρουσίᾳ  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ  τηρηθείη.  24 πιστὸς    καλῶν  ὑμᾶς,  ὃς  καὶ  ποιήσει. 

25 Ἀδελφοί,  προσεύχεσθε  [καὶ]  περὶ  ἡμῶν. 

26 Ἀσπάσασθε  τοὺς  ἀδελφοὺς  πάντας  ἐν  φιλήματι  ἁγίῳ.  27 Ἐνορκίζω  ὑμᾶς  τὸν  Κύριον  ἀναγνωσθῆναι  τὴν  ἐπιστολὴν  πᾶσιν  τοῖς  ἀδελφοῖς. 

28   χάρις  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ  μεθ’  ὑμῶν.  ⧼Ἀμήν⧽. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Thessalonians 4
Top of Page
Top of Page