1 Timothy 4
Study Bible
Warnings against False Teachers

Τὸ  δὲ  πνεῦμα  ῥητῶς  λέγει  ὅτι  ἐν  ὑστέροις  καιροῖς  ἀποστήσονταί  τινες  τῆς  πίστεως,  προσέχοντες  πνεύμασιν  πλάνοις  καὶ  διδασκαλίαις  δαιμονίων,  ἐν  ὑποκρίσει  ψευδολόγων,  κεκαυστηριασμένων  τὴν  ἰδίαν  συνείδησιν,  κωλυόντων  γαμεῖν,  ἀπέχεσθαι  βρωμάτων,      Θεὸς  ἔκτισεν  εἰς  μετάλημψιν  μετὰ  εὐχαριστίας  τοῖς  πιστοῖς  καὶ  ἐπεγνωκόσι  τὴν  ἀλήθειαν.  ὅτι  πᾶν  κτίσμα  Θεοῦ  καλόν,  καὶ  οὐδὲν  ἀπόβλητον  μετὰ  εὐχαριστίας  λαμβανόμενον·  ἁγιάζεται  γὰρ  διὰ  λόγου  Θεοῦ  καὶ  ἐντεύξεως. 

A Good Minister of Jesus Christ

Ταῦτα  ὑποτιθέμενος  τοῖς  ἀδελφοῖς  καλὸς  ἔσῃ  διάκονος  Χριστοῦ  Ἰησοῦ,  ἐντρεφόμενος  τοῖς  λόγοις  τῆς  πίστεως  καὶ  τῆς  καλῆς  διδασκαλίας    παρηκολούθηκας·  τοὺς  δὲ  βεβήλους  καὶ  γραώδεις  μύθους  παραιτοῦ.  γύμναζε  δὲ  σεαυτὸν  πρὸς  εὐσέβειαν.    γὰρ  σωματικὴ  γυμνασία  πρὸς  ὀλίγον  ἐστὶν  ὠφέλιμος·    δὲ  εὐσέβεια  πρὸς  πάντα  ὠφέλιμός  ἐστιν,  ἐπαγγελίαν  ἔχουσα  ζωῆς  τῆς  νῦν  καὶ  τῆς  μελλούσης.  πιστὸς    λόγος  καὶ  πάσης  ἀποδοχῆς  ἄξιος·  10 εἰς  τοῦτο  γὰρ  κοπιῶμεν  καὶ  ἀγωνιζόμεθα,  ὅτι  ἠλπίκαμεν  ἐπὶ  Θεῷ  ζῶντι,  ὅς  ἐστιν  Σωτὴρ  πάντων  ἀνθρώπων,  μάλιστα  πιστῶν. 

11 Παράγγελλε  ταῦτα  καὶ  δίδασκε.  12 μηδείς  σου  τῆς  νεότητος  καταφρονείτω,  ἀλλὰ  τύπος  γίνου  τῶν  πιστῶν  ἐν  λόγῳ,  ἐν  ἀναστροφῇ,  ἐν  ἀγάπῃ,  ἐν  πίστει,  ἐν  ἁγνείᾳ.  13 ἕως  ἔρχομαι  πρόσεχε  τῇ  ἀναγνώσει,  τῇ  παρακλήσει,  τῇ  διδασκαλίᾳ.  14 μὴ  ἀμέλει  τοῦ  ἐν  σοὶ  χαρίσματος,    ἐδόθη  σοι  διὰ  προφητείας  μετὰ  ἐπιθέσεως  τῶν  χειρῶν  τοῦ  πρεσβυτερίου.  15 ταῦτα  μελέτα,  ἐν  τούτοις  ἴσθι,  ἵνα  σου    προκοπὴ  φανερὰ    πᾶσιν.  16 ἔπεχε  σεαυτῷ  καὶ  τῇ  διδασκαλίᾳ,  ἐπίμενε  αὐτοῖς·  τοῦτο  γὰρ  ποιῶν  καὶ  σεαυτὸν  σώσεις  καὶ  τοὺς  ἀκούοντάς  σου. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Timothy 3
Top of Page
Top of Page