1 Timothy 6
Study Bible
Instructions to Servants

Ὅσοι  εἰσὶν  ὑπὸ  ζυγὸν  δοῦλοι,  τοὺς  ἰδίους  δεσπότας  πάσης  τιμῆς  ἀξίους  ἡγείσθωσαν,  ἵνα  μὴ  τὸ  ὄνομα  τοῦ  Θεοῦ  καὶ    διδασκαλία  βλασφημῆται.  οἱ  δὲ  πιστοὺς  ἔχοντες  δεσπότας  μὴ  καταφρονείτωσαν,  ὅτι  ἀδελφοί  εἰσιν,  ἀλλὰ  μᾶλλον  δουλευέτωσαν,  ὅτι  πιστοί  εἰσιν  καὶ  ἀγαπητοὶ  οἱ  τῆς  εὐεργεσίας  ἀντιλαμβανόμενοι.  Ταῦτα  δίδασκε  καὶ  παρακάλει. 

Reject False Doctrines

εἴ  τις  ἑτεροδιδασκαλεῖ  καὶ  μὴ  προσέρχεται  ὑγιαίνουσιν  λόγοις,  τοῖς  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ,  καὶ  τῇ  κατ’  εὐσέβειαν  διδασκαλίᾳ,  τετύφωται,  μηδὲν  ἐπιστάμενος,  ἀλλὰ  νοσῶν  περὶ  ζητήσεις  καὶ  λογομαχίας,  ἐξ  ὧν  γίνεται  φθόνος,  ἔρις,  βλασφημίαι,  ὑπόνοιαι  πονηραί,  διαπαρατριβαὶ  διεφθαρμένων  ἀνθρώπων  τὸν  νοῦν  καὶ  ἀπεστερημένων  τῆς  ἀληθείας,  νομιζόντων  πορισμὸν  εἶναι  τὴν  εὐσέβειαν.  ⧼Ἀφίστασο  ἀπὸ  τῶν  τοιούτων⧽. 

Contentment in Godliness

ἔστιν  δὲ  πορισμὸς  μέγας    εὐσέβεια  μετὰ  αὐταρκείας·  οὐδὲν  γὰρ  εἰσηνέγκαμεν  εἰς  τὸν  κόσμον,  ὅτι  οὐδὲ  ἐξενεγκεῖν  τι  δυνάμεθα·  ἔχοντες  δὲ  διατροφὰς  καὶ  σκεπάσματα,  τούτοις  ἀρκεσθησόμεθα.  οἱ  δὲ  βουλόμενοι  πλουτεῖν  ἐμπίπτουσιν  εἰς  πειρασμὸν  καὶ  παγίδα  καὶ  ἐπιθυμίας  πολλὰς  ἀνοήτους  καὶ  βλαβεράς,  αἵτινες  βυθίζουσιν  τοὺς  ἀνθρώπους  εἰς  ὄλεθρον  καὶ  ἀπώλειαν.  10 ῥίζα  γὰρ  πάντων  τῶν  κακῶν  ἐστιν    φιλαργυρία,  ἧς  τινες  ὀρεγόμενοι  ἀπεπλανήθησαν  ἀπὸ  τῆς  πίστεως  καὶ  ἑαυτοὺς  περιέπειραν  ὀδύναις  πολλαῖς. 

Fight the Good Fight

11 Σὺ  δέ,    ἄνθρωπε  Θεοῦ,  ταῦτα  φεῦγε·  δίωκε  δὲ  δικαιοσύνην,  εὐσέβειαν,  πίστιν,  ἀγάπην,  ὑπομονήν,  πραϋπαθίαν.  12 ἀγωνίζου  τὸν  καλὸν  ἀγῶνα  τῆς  πίστεως,  ἐπιλαβοῦ  τῆς  αἰωνίου  ζωῆς,  εἰς  ἣν  ἐκλήθης  καὶ  ὡμολόγησας  τὴν  καλὴν  ὁμολογίαν  ἐνώπιον  πολλῶν  μαρτύρων.  13 παραγγέλλω  ‹σοι›  ἐνώπιον  τοῦ  Θεοῦ  τοῦ  ζωογονοῦντος  τὰ  πάντα  καὶ  Χριστοῦ  Ἰησοῦ  τοῦ  μαρτυρήσαντος  ἐπὶ  Ποντίου  Πιλάτου*  τὴν  καλὴν  ὁμολογίαν,  14 τηρῆσαί  σε  τὴν  ἐντολὴν  ἄσπιλον  ἀνεπίλημπτον  μέχρι  τῆς  ἐπιφανείας  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ,  15 ἣν  καιροῖς  ἰδίοις  δείξει    μακάριος  καὶ  μόνος  Δυνάστης,    Βασιλεὺς  τῶν  βασιλευόντων  καὶ  Κύριος  τῶν  κυριευόντων,  16   μόνος  ἔχων  ἀθανασίαν,  φῶς  οἰκῶν  ἀπρόσιτον,  ὃν  εἶδεν  οὐδεὶς  ἀνθρώπων  οὐδὲ  ἰδεῖν  δύναται·    τιμὴ  καὶ  κράτος  αἰώνιον·  ἀμήν. 

A Charge to the Rich

17 Τοῖς  πλουσίοις  ἐν  τῷ  νῦν  αἰῶνι  παράγγελλε  μὴ  ὑψηλοφρονεῖν,  μηδὲ  ἠλπικέναι  ἐπὶ  πλούτου  ἀδηλότητι,  ἀλλ’  ἐπὶ  Θεῷ  τῷ  παρέχοντι  ἡμῖν  πάντα  πλουσίως  εἰς  ἀπόλαυσιν,  18 ἀγαθοεργεῖν,  πλουτεῖν  ἐν  ἔργοις  καλοῖς,  εὐμεταδότους  εἶναι,  κοινωνικούς,  19 ἀποθησαυρίζοντας  ἑαυτοῖς  θεμέλιον  καλὸν  εἰς  τὸ  μέλλον,  ἵνα  ἐπιλάβωνται  τῆς  ὄντως  ζωῆς. 

Final Guidance

20   Τιμόθεε,  τὴν  παραθήκην  φύλαξον,  ἐκτρεπόμενος  τὰς  βεβήλους  κενοφωνίας  καὶ  ἀντιθέσεις  τῆς  ψευδωνύμου  γνώσεως,  21 ἥν  τινες  ἐπαγγελλόμενοι  περὶ  τὴν  πίστιν  ἠστόχησαν.    χάρις  μεθ’  ὑμῶν.  ⧼Ἀμήν⧽. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Timothy 5
Top of Page
Top of Page