2 Timothy 4
Study Bible
Preach the Word

Διαμαρτύρομαι  ἐνώπιον  τοῦ  Θεοῦ  καὶ  Χριστοῦ  Ἰησοῦ,  τοῦ  μέλλοντος  κρίνειν  ζῶντας  καὶ  νεκρούς,  καὶ  τὴν  ἐπιφάνειαν  αὐτοῦ  καὶ  τὴν  βασιλείαν  αὐτοῦ·  κήρυξον  τὸν  λόγον,  ἐπίστηθι  εὐκαίρως  ἀκαίρως,  ἔλεγξον,  ἐπιτίμησον,  παρακάλεσον,  ἐν  πάσῃ  μακροθυμίᾳ  καὶ  διδαχῇ.  ἔσται  γὰρ  καιρὸς  ὅτε  τῆς  ὑγιαινούσης  διδασκαλίας  οὐκ  ἀνέξονται,  ἀλλὰ  κατὰ  τὰς  ἰδίας  ἐπιθυμίας  ἑαυτοῖς  ἐπισωρεύσουσιν  διδασκάλους  κνηθόμενοι  τὴν  ἀκοήν,  καὶ  ἀπὸ  μὲν  τῆς  ἀληθείας  τὴν  ἀκοὴν  ἀποστρέψουσιν,  ἐπὶ  δὲ  τοὺς  μύθους  ἐκτραπήσονται.  σὺ  δὲ  νῆφε  ἐν  πᾶσιν,  κακοπάθησον,  ἔργον  ποίησον  εὐαγγελιστοῦ,  τὴν  διακονίαν  σου  πληροφόρησον. 

Ἐγὼ  γὰρ  ἤδη  σπένδομαι,  καὶ    καιρὸς  τῆς  ἀναλύσεώς  μου  ἐφέστηκεν.  τὸν  καλὸν  ἀγῶνα  ἠγώνισμαι,  τὸν  δρόμον  τετέλεκα,  τὴν  πίστιν  τετήρηκα·  λοιπὸν  ἀπόκειταί  μοι    τῆς  δικαιοσύνης  στέφανος,  ὃν  ἀποδώσει  μοι    κύριος  ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ,    δίκαιος  κριτής,  οὐ  μόνον  δὲ  ἐμοὶ  ἀλλὰ  καὶ  πᾶσι  τοῖς  ἠγαπηκόσι  τὴν  ἐπιφάνειαν  αὐτοῦ. 

Personal Concerns

Σπούδασον  ἐλθεῖν  πρός  με  ταχέως·  10 Δημᾶς  γάρ  με  ἐγκατέλιπεν  ἀγαπήσας  τὸν  νῦν  αἰῶνα,  καὶ  ἐπορεύθη  εἰς  Θεσσαλονίκην,  Κρήσκης  εἰς  Γαλατίαν,  Τίτος  εἰς  Δαλματίαν·  11 Λουκᾶς  ἐστιν  μόνος  μετ’  ἐμοῦ.  Μᾶρκον  ἀναλαβὼν  ἄγε  μετὰ  σεαυτοῦ·  ἔστιν  γάρ  μοι  εὔχρηστος  εἰς  διακονίαν.  12 Τυχικὸν  δὲ  ἀπέστειλα  εἰς  Ἔφεσον.  13 τὸν  φαιλόνην*,  ὃν  ἀπέλιπον  ἐν  Τρῳάδι  παρὰ  Κάρπῳ,  ἐρχόμενος  φέρε,  καὶ  τὰ  βιβλία,  μάλιστα  τὰς  μεμβράνας.  14 Ἀλέξανδρος    χαλκεὺς  πολλά  μοι  κακὰ  ἐνεδείξατο·  ἀποδώσει  αὐτῷ    Κύριος  κατὰ  τὰ  ἔργα  αὐτοῦ·  15 ὃν  καὶ  σὺ  φυλάσσου·  λίαν  γὰρ  ἀντέστη  τοῖς  ἡμετέροις  λόγοις. 

The Lord Remains Faithful

16 Ἐν  τῇ  πρώτῃ  μου  ἀπολογίᾳ  οὐδείς  μοι  παρεγένετο,  ἀλλὰ  πάντες  με  ἐγκατέλιπον·  μὴ  αὐτοῖς  λογισθείη·  17   δὲ  Κύριός  μοι  παρέστη  καὶ  ἐνεδυνάμωσέν  με,  ἵνα  δι’  ἐμοῦ  τὸ  κήρυγμα  πληροφορηθῇ  καὶ  ἀκούσωσιν  πάντα  τὰ  ἔθνη,  καὶ  ἐρρύσθην*  ἐκ  στόματος  λέοντος.  18 ῥύσεταί  με    Κύριος  ἀπὸ  παντὸς  ἔργου  πονηροῦ  καὶ  σώσει  εἰς  τὴν  βασιλείαν  αὐτοῦ  τὴν  ἐπουράνιον·      δόξα  εἰς  τοὺς  αἰῶνας  τῶν  αἰώνων,  ἀμήν. 

Final Greetings

19 Ἄσπασαι  Πρίσκαν  καὶ  Ἀκύλαν  καὶ  τὸν  Ὀνησιφόρου  οἶκον.  20 Ἔραστος  ἔμεινεν  ἐν  Κορίνθῳ,  Τρόφιμον  δὲ  ἀπέλιπον  ἐν  Μιλήτῳ  ἀσθενοῦντα.  21 Σπούδασον  πρὸ  χειμῶνος  ἐλθεῖν.  Ἀσπάζεταί  σε  Εὔβουλος  καὶ  Πούδης  καὶ  Λίνος  καὶ  Κλαυδία  καὶ  οἱ  ἀδελφοὶ  πάντες. 

22   Κύριος  μετὰ  τοῦ  πνεύματός  σου.    χάρις  μεθ’  ὑμῶν.  ⧼Ἀμήν⧽. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

2 Timothy 3
Top of Page
Top of Page