Hebrews 4
Study Bible
A Sabbath-Rest for God's People

φοβηθῶμεν  οὖν  μή‿  ποτε  καταλειπομένης  ἐπαγγελίας  εἰσελθεῖν  εἰς  τὴν  κατάπαυσιν  αὐτοῦ  δοκῇ  τις  ἐξ  ὑμῶν  ὑστερηκέναι.  καὶ  γάρ  ἐσμεν  εὐηγγελισμένοι  καθάπερ  κἀκεῖνοι·  ἀλλ’  οὐκ  ὠφέλησεν    λόγος  τῆς  ἀκοῆς  ἐκείνους  μὴ  συγκεκερασμένους*  τῇ  πίστει  τοῖς  ἀκούσασιν. 

Εἰσερχόμεθα  γὰρ  εἰς  τὴν  κατάπαυσιν  οἱ  πιστεύσαντες,  καθὼς  εἴρηκεν  Ὡς  ὤμοσα  ἐν  τῇ  ὀργῇ  μου  Εἰ  εἰσελεύσονται  εἰς  τὴν  κατάπαυσίν  μου,  καίτοι  τῶν  ἔργων  ἀπὸ  καταβολῆς  κόσμου  γενηθέντων. 

εἴρηκεν  γάρ  που  περὶ  τῆς  ἑβδόμης  οὕτως  Καὶ  κατέπαυσεν    Θεὸς  ἐν  τῇ  ἡμέρᾳ  τῇ  ἑβδόμῃ  ἀπὸ  πάντων  τῶν  ἔργων  αὐτοῦ·  καὶ  ἐν  τούτῳ  πάλιν  Εἰ  εἰσελεύσονται  εἰς  τὴν  κατάπαυσίν  μου.  ἐπεὶ  οὖν  ἀπολείπεται  τινὰς  εἰσελθεῖν  εἰς  αὐτήν,  καὶ  οἱ  πρότερον  εὐαγγελισθέντες  οὐκ  εἰσῆλθον  δι’  ἀπείθειαν, 

πάλιν  τινὰ  ὁρίζει  ἡμέραν,  Σήμερον,  ἐν  Δαυὶδ*  λέγων  μετὰ  τοσοῦτον  χρόνον,  καθὼς  προείρηται  Σήμερον  ἐὰν  τῆς  φωνῆς  αὐτοῦ  ἀκούσητε,  μὴ  σκληρύνητε  τὰς  καρδίας  ὑμῶν. 

εἰ  γὰρ  αὐτοὺς  Ἰησοῦς  κατέπαυσεν,  οὐκ  ἂν  περὶ  ἄλλης  ἐλάλει  μετὰ  ταῦτα  ἡμέρας.  ἄρα  ἀπολείπεται  σαββατισμὸς  τῷ  λαῷ  τοῦ  Θεοῦ.  10   γὰρ  εἰσελθὼν  εἰς  τὴν  κατάπαυσιν  αὐτοῦ  καὶ  αὐτὸς  κατέπαυσεν  ἀπὸ  τῶν  ἔργων  αὐτοῦ,  ὥσπερ  ἀπὸ  τῶν  ἰδίων    Θεός.  11 Σπουδάσωμεν  οὖν  εἰσελθεῖν  εἰς  ἐκείνην  τὴν  κατάπαυσιν,  ἵνα  μὴ  ἐν  τῷ  αὐτῷ  τις  ὑποδείγματι  πέσῃ  τῆς  ἀπειθείας. 

God's Word is Living and Active

12 Ζῶν  γὰρ    λόγος  τοῦ  Θεοῦ  καὶ  ἐνεργὴς  καὶ  τομώτερος  ὑπὲρ  πᾶσαν  μάχαιραν  δίστομον  καὶ  διϊκνούμενος  ἄχρι  μερισμοῦ  ψυχῆς  καὶ  πνεύματος,  ἁρμῶν  τε  καὶ  μυελῶν,  καὶ  κριτικὸς  ἐνθυμήσεων  καὶ  ἐννοιῶν  καρδίας·  13 καὶ  οὐκ  ἔστιν  κτίσις  ἀφανὴς  ἐνώπιον  αὐτοῦ,  πάντα  δὲ  γυμνὰ  καὶ  τετραχηλισμένα  τοῖς  ὀφθαλμοῖς  αὐτοῦ,  πρὸς  ὃν  ἡμῖν    λόγος. 

Jesus the Great High Priest

14 Ἔχοντες  οὖν  ἀρχιερέα  μέγαν  διεληλυθότα  τοὺς  οὐρανούς,  Ἰησοῦν  τὸν  Υἱὸν  τοῦ  Θεοῦ,  κρατῶμεν  τῆς  ὁμολογίας.  15 οὐ  γὰρ  ἔχομεν  ἀρχιερέα  μὴ  δυνάμενον  συμπαθῆσαι*  ταῖς  ἀσθενείαις  ἡμῶν,  πεπειρασμένον  δὲ  κατὰ  πάντα  καθ’  ὁμοιότητα  χωρὶς  ἁμαρτίας.  16 προσερχώμεθα  οὖν  μετὰ  παρρησίας  τῷ  θρόνῳ  τῆς  χάριτος,  ἵνα  λάβωμεν  ἔλεος  καὶ  χάριν  εὕρωμεν  εἰς  εὔκαιρον  βοήθειαν. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Hebrews 3
Top of Page
Top of Page