Hebrews 6
Study Bible
A Call to Maturity

Διὸ  ἀφέντες  τὸν  τῆς  ἀρχῆς  τοῦ  Χριστοῦ  λόγον  ἐπὶ  τὴν  τελειότητα  φερώμεθα,  μὴ  πάλιν  θεμέλιον  καταβαλλόμενοι  μετανοίας  ἀπὸ  νεκρῶν  ἔργων,  καὶ  πίστεως  ἐπὶ  Θεόν,  βαπτισμῶν  διδαχὴν,  ἐπιθέσεώς  τε  χειρῶν,  ἀναστάσεώς  ‹τε›  νεκρῶν,  καὶ  κρίματος  αἰωνίου.  καὶ  τοῦτο  ποιήσομεν,  ἐάνπερ  ἐπιτρέπῃ    Θεός.  Ἀδύνατον  γὰρ  τοὺς  ἅπαξ  φωτισθέντας  γευσαμένους  τε  τῆς  δωρεᾶς  τῆς  ἐπουρανίου  καὶ  μετόχους  γενηθέντας  Πνεύματος  Ἁγίου  καὶ  καλὸν  γευσαμένους  Θεοῦ  ῥῆμα  δυνάμεις  τε  μέλλοντος  αἰῶνος,  καὶ  παραπεσόντας,  πάλιν  ἀνακαινίζειν  εἰς  μετάνοιαν,  ἀνασταυροῦντας  ἑαυτοῖς  τὸν  Υἱὸν  τοῦ  Θεοῦ  καὶ  παραδειγματίζοντας.  γῆ  γὰρ    πιοῦσα  τὸν  ἐπ’  αὐτῆς  ἐρχόμενον  πολλάκις  ὑετόν,  καὶ  τίκτουσα  βοτάνην  εὔθετον  ἐκείνοις  δι’  οὓς  καὶ  γεωργεῖται,  μεταλαμβάνει  εὐλογίας  ἀπὸ  τοῦ  Θεοῦ·  ἐκφέρουσα  δὲ  ἀκάνθας  καὶ  τριβόλους  ἀδόκιμος  καὶ  κατάρας  ἐγγύς,  ἧς  τὸ  τέλος  εἰς  καῦσιν. 

Πεπείσμεθα  δὲ  περὶ  ὑμῶν,  ἀγαπητοί,  τὰ  κρείσσονα  καὶ  ἐχόμενα  σωτηρίας,  εἰ  καὶ  οὕτως  λαλοῦμεν.  10 οὐ  γὰρ  ἄδικος    Θεὸς  ἐπιλαθέσθαι  τοῦ  ἔργου  ὑμῶν  καὶ  τῆς  ἀγάπης  ἧς  ἐνεδείξασθε  εἰς  τὸ  ὄνομα  αὐτοῦ,  διακονήσαντες  τοῖς  ἁγίοις  καὶ  διακονοῦντες.  11 ἐπιθυμοῦμεν  δὲ  ἕκαστον  ὑμῶν  τὴν  αὐτὴν  ἐνδείκνυσθαι  σπουδὴν  πρὸς  τὴν  πληροφορίαν  τῆς  ἐλπίδος  ἄχρι  τέλους,  12 ἵνα  μὴ  νωθροὶ  γένησθε,  μιμηταὶ  δὲ  τῶν  διὰ  πίστεως  καὶ  μακροθυμίας  κληρονομούντων  τὰς  ἐπαγγελίας. 

God's Promise is Certain

13 Τῷ  γὰρ  Ἀβραὰμ  ἐπαγγειλάμενος    Θεός,  ἐπεὶ  κατ’  οὐδενὸς  εἶχεν  μείζονος  ὀμόσαι,  ὤμοσεν  καθ’  ἑαυτοῦ,  14 λέγων  Εἰ  μὴν  εὐλογῶν  εὐλογήσω  σε  καὶ  πληθύνων  πληθυνῶ  σε·  15 καὶ  οὕτως  μακροθυμήσας  ἐπέτυχεν  τῆς  ἐπαγγελίας.  16 ἄνθρωποι  γὰρ  κατὰ  τοῦ  μείζονος  ὀμνύουσιν,  καὶ  πάσης  αὐτοῖς  ἀντιλογίας  πέρας  εἰς  βεβαίωσιν    ὅρκος·  17 ἐν    περισσότερον  βουλόμενος    Θεὸς  ἐπιδεῖξαι  τοῖς  κληρονόμοις  τῆς  ἐπαγγελίας  τὸ  ἀμετάθετον  τῆς  βουλῆς  αὐτοῦ  ἐμεσίτευσεν  ὅρκῳ,  18 ἵνα  διὰ  δύο  πραγμάτων  ἀμεταθέτων,  ἐν  οἷς  ἀδύνατον  ψεύσασθαι  [τὸν]  Θεόν,  ἰσχυρὰν  παράκλησιν  ἔχωμεν  οἱ  καταφυγόντες  κρατῆσαι  τῆς  προκειμένης  ἐλπίδος·  19 ἣν  ὡς  ἄγκυραν  ἔχομεν  τῆς  ψυχῆς  ἀσφαλῆ  τε  καὶ  βεβαίαν  καὶ  εἰσερχομένην  εἰς  τὸ  ἐσώτερον  τοῦ  καταπετάσματος,  20 ὅπου  πρόδρομος  ὑπὲρ  ἡμῶν  εἰσῆλθεν  Ἰησοῦς,  κατὰ  τὴν  τάξιν  Μελχισέδεκ  ἀρχιερεὺς  γενόμενος  εἰς  τὸν  αἰῶνα. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Hebrews 5
Top of Page
Top of Page